Категории
Самые читаемые книги
ЧитаемОнлайн » Старинная литература » Античная литература » Сочинения. Том 3 - Гален Клавдий

Сочинения. Том 3 - Гален Клавдий

Читать онлайн Сочинения. Том 3 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 31 32 33 34 35 36 37 38 39 ... 145
Перейти на страницу:
οὕτω γε καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ἀρχὰς ὑποληψόμεθα νεύρων. ἂν γὰρ ἱκανὸν εἶναι νομίσωμεν ἔνθ’ <ἂν> ᾖ νεῦρα πολλά, τοῦτ’ ἀρχὴν τίθεσθαι νεύρων, οὐδὲν ἡμᾶς κωλύσει καὶ ταῦτα τὰ μόρια νεύρων ἀρχὰς ὑπολαβεῖν.

1.8.6. οὕτω δὲ καὶ τὸ τῷ δικτύῳ παραπλήσιον πλέγμα τὸ ὑπὸ τῇ παχείᾳ μήνιγγι τῶν ἀρτηριῶν ἀρχὴν ἐροῦμεν, οὐ τὴν καρδίαν· ἀναρίθμητον γάρ τι πλῆθος ἀρτηριῶν ἐστι κατ’ ἐκεῖνο τὸ πλέγμα.

1.8.7. ταυτὶ μὲν οὖν ἐκ περιουσίας εἰρήσθω μοι πρὸς τὸ μηδ’ εἰ πολλὰ κατὰ τὴν καρδίαν ἐφαίνετο νεῦρα, πάντως ἄν τιν’ ἐκ τούτων τίθεσθαι δικαίως ἀρχὴν ἁπάντων τῶν κατὰ τὸ σῶμα τοῦ ζῴου νεύρων.

1.8.8. ἐπεὶ δ’ οὐδ’ ἔχει νεῦρα πολλά, μεῖζον ἂν ἔτι γίγνοιτο τῷ ᾿Αριστοτέλει τὸ ἄτοπον. εἰσὶ μὲν γάρ τινες ἐν αὐτῇ νευρώδεις διαστάσεις, οὐ μὴν ἤδη γέ πω καὶ νεῦρα.

1.8.9. δειχθείη δὲ ἂν οὐ διὰ μακρῶν τοῦτο κατ’ αὐτὸν τὸν ᾿Αριστοτέλη. οὗτος γοῦν ἐστιν ὁ διδάξας ἡμᾶς εἰς τὴν ἐνέργειάν τε καὶ χρείαν ἀποβλέπειν ἑκάστου τῶν ὀργάνων, οὐκ εἰς τὴν κατασκευήν, ἐπειδὰν ὅ τί ποτέ ἐστιν αὐτῷ τὸ εἶναι σκοπώμεθα.

1.8.10. τὸ γοῦν ὀφθαλμῷ εἶναι τί ποτέ ἐστιν ἐρωτηθέντες, ἀποκριναίμεθ’ <ἂν> “ὀργάνῳ ὀπτικῷ.” οὐ γὰρ δὴ τό γ’ ἐκ τοσούτων τε καὶ τοιούτων ὑγρῶν χιτώνων τε καὶ ὑμένων καὶ μυῶν ὡδί πως συγκειμένων κατεσκευάσθαι τὴν οὐσίαν αὐτὴν εἶναι βούλεται τῶν ὀφθαλμῶν ὁ ᾿Αριστοτέλης, ὀρθότατα γινώσκων, ὡς καὶ πρὸς ἡμῶν ἐν ἑτέροις ἐπιδέδεικται.

1.8.11. νυνὶ δὲ οὐδὲ οἶμαι δεῖσθαι εἴς γε τὰ παρόντα τῆς παρ’ ἡμῶν ἀποδείξεως αὐτοῦ τοῦ ᾿Αριστοτέλους δοξάζοντος οὕτως.

1.8.12. εἰ μὲν γὰρ πρὸς ἄλλον τινὰ τὸν λόγον ἐποιούμην, ἐπειρώμην ἂν ἐπιδεικνύειν ὡς ταῖς ἐνεργείαις τε καὶ χρείαις ἕκαστον τῶν μορίων, οὐ τῇ τοῦ σώματος ἰδέᾳ κρίνεται.

1.8.13. ἐπειδὴ δὲ πρὸς ᾿Αριστοτέλη διαλέγομαι τὸν αὐτὸν οὕτως γινώσκοντα πολὺ πρότερον ἡμῶν, ἀναμνῆσαι χρὴ μόνον ὧν αὐτὸς ἔν τε τῷ δευτέρῳ Περὶ ψυχῆς κἀν τῷ Περὶ μορίων ἀπεφήνατο, τὸ ταὐτὸν καὶ τὸ ἕτερον ὄργανον ἐκ τῶν ἐνεργειῶν καὶ χρειῶν, οὐκ ἐκ τῆς τοῦ σώματος ἰδέας κρίνεσθαι βουλόμενος.

1.8.14. εἰ μὲν γὰρ ὀπτικὸν εἴη τὸ ὄργανον, ὀφθαλμός ἐστι, κἂν ἑτέρως ἔχῃ κατεσκευασμένον ἀνθρώποις τε καὶ καρκίνοις· εἰ δὲ βαδιστικόν, σκέλος, ἄν τ’ ἐλέφαντος ἄν τ’ αἰγὸς ἄν τε οἰὸς ἄν τε ἀνθρώπου τύχῃ.

1.8.15. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, κρινέσθω σοι τὸ νεῦρον, ᾿Αριστότελες φίλτατε, μὴ τῇ τοῦ σώματος ἰδέᾳ, καθάπερ τοῖς πολλοῖς καὶ ἀγυμνάστοις περὶ λόγον, ἀλλ’ ἐνεργείᾳ τε καὶ χρείᾳ.

1.9.1. Τρία γάρ ἐστιν ὄργανα παραπλήσια μὲν ἀλλήλοις τὴν μορφὴν τοῦ σώματος, οὐκ ὀλίγον δὲ ἐνεργείαις τε καὶ χρείαις διαλλάττοντα· προσαγορεύεται δὲ αὐτῶν τὸ μὲν νεῦρον, τὸ δὲ σύνδεσμος, τὸ δὲ τένων.

1.9.2. τὸ μὲν δὴ νεῦρον ἐξ ἐγκεφάλου πάντως ἢ νωτιαίου πέφυκεν αἴσθησιν ἢ κίνησιν ἢ τὸ συναμφότερον οἷς ἂν ἐμφύηται παράγον· ὁ σύνδεσμος δὲ ἀναίσθητος μέν ἐστιν, ἡ χρεία δὲ αὐτοῦ κατὰ τοὔνομα. λοιπὸς δὲ τένων πέρας ἐστὶ νευρῶδες μυὸς ἐκ συνδέσμου καὶ νεύρου γεννώμενος, ὡς ἔν τε τοῖς περὶ μυῶν κινήσεως ἡμῖν ἐπιδέδεικται κἀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι.

1.9.3. νεῦρον μὲν δὴ πᾶν ἀκριβῶς ἐστι στρογγύλον, οἱ τένοντες δὲ οὐχ ἅπαντες, ἔτι δὲ μᾶλλον οἱ σύνδεσμοι· πλατύνονται γὰρ οἱ πλείους αὐτῶν εἰς ὑμένος ἰδέαν.

1.9.4. ἀλλ’ ὑμὴν μὲν ἅπας ἀκριβῶς ἐστι λεπτὸς καὶ μαλακός, σύνδεσμος δὲ καὶ σκληρὸς καὶ παχὺς τοὐπίπαν.

1.9.5. ἔνιοι μὲν αὐτῶν νευροχονδρώδεις ὀνομάζονταί τε καί εἰσιν· οὔτε δὲ ὑμὴν οὔτε νεῦρον οὔτε τένων εἰς τοσαύτην ποθ’ ἥκει σκληρότητα, ἀλλὰ τῶν μὲν νεύρων ἔνια καὶ πάνυ μαλακὰ τὴν φύσιν ἐστίν, εἰς αἴσθησιν ἐπιτήδεια μόνην ἔνια δὲ εἰ καὶ σκληρότερα τούτων ὑπάρχει κατὰ τὴν τοῦ σώματος οὐσίαν, ἀλλὰ παμπόλλῳ γε ἀπολείπεται συνδέσμου σκληρότητος.

1.9.6. οὕτω δὲ καὶ οἱ ὑμένες εἰ καὶ διαφέρουσιν ἀλλήλων κατὰ σκληρότητα, συνδέσμων ἀπολείπονται πάμπολυ.

1.9.7. οἱ τένοντες δὲ σύγκεινται μὲν ἔκ τε τῶν συνδέσμων καὶ τῶν νεύρων τῶν σκληροτέρων, ἐν τῷ μέσῳ δὲ εἰκότως ἀμφοῖν εἰσι, τοσούτῳ νεύρου σκληρότεροι τὴν οὐσίαν ὑπάρχοντες ὅσῳ συνδέσμου μαλακώτεροι.

1.9.8. ἅπαντα δὲ ταῦτά ἐστι τὰ τρία γένη λευκὰ καὶ ἄναιμα καὶ ἀκοίλια καὶ εἰς ἶνας εὐθείας λυόμενα πλὴν τῶν πάνυ σκληρῶν συνδέσμων· οὐ γὰρ οἷόν τε τούτους ἀναλῦσαι εἰς ἶνας.

1.9.9. εἰ γοῦν οὕτως ὀνομάζειν ἐθέλεις ὡς ῾Ιπποκράτης ὠνόμαζε, τὸ μὲν αἴσθησίν τε καὶ κίνησιν παρέχον ἤτοι νεῦρον ἢ τόνον, ἄμφω γὰρ αὐτὸ προσαγορεύει, τὸ δὲ ἀναίσθητον σύνδεσμον, εἰς ὃν δὲ ὁ μῦς τελευτᾷ, τένοντα, δείξω σοι σαφῶς οὐκ ἔχουσαν πλῆθος νεύρων τὴν καρδίαν·

1.9.10. εἰ δὲ καὶ συγχεῖν βούλοιο τὰς προσηγορίας ὡς οἱ πλεῖστοι τῶν μεθ’ ῾Ιπποκράτη, κάλει μὲν ἅπαντα νεῦρα, διαφορὰς δὲ ἐν αὐτοῖς λέγε τριττάς, αἰσθητικὰ μὲν καὶ προαιρετικὰ τὰ ἐξ ἐγκεφάλου καὶ νωτιαίου πεφυκότα, συνδετικὰ δὲ τὰ ἀναίσθητα καὶ τρίτα ἔτι πρὸς τούτοις τὰ ἐκ τῶν μυῶν ἀπονευρουμένων φυόμενα·

1.10.1. καὶ οὕτως δὲ δείξομεν οὐκ ἔχουσαν ἀξιόλογα τὸ μέγεθος ἢ τὸ πλῆθος αἰσθητικά τε καὶ προαιρετικὰ νεῦρα τὴν καρδίαν ἐναργῶς, ἀλλ’ ὡς ἔμπροσθεν εἴρηται σμικρὸν ἀπ’ ἐγκεφάλου κατιὸν εἰς αὐτὴν ἐμφύεται.

1.10.2. τί ποτε οὖν ἐστι τὸ πρὸς ᾿Αριστοτέλους εἰρημένον “ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία”; οὔτε γὰρ φιλοψευδὴς ὁ ἀνὴρ οὔτε παντάπασιν ἄπειρος τῆς ἀνατομῆς, ἵνα καὶ τοῦτόν τις ὥσπερ τοὺς περὶ τὸν Χρύσιππον ἑτέροις ἐψευσμένοις ἠκολουθηκέναι νομίσειεν.

1.10.3. ἐμοὶ μὲν δοκεῖ τὰς ὑπὸ ῾Ηροφίλου νευρώδεις διαφύσεις ὠνομασμένας αὐτὸς οὐ νευρώδεις ἀλλ’ ἄντικρυς εἰρηκέναι νεῦρα.

1.10.4. πέρατα δ’ ἐστὶ ταῦτα τῶν ἐπὶ τοῖς στόμασι τῆς καρδίας ὑμένων, ὑπὲρ ὧν ᾿Ερασίστρατος μὲν ἀκριβῶς ἔγραψεν ῾Ηρόφιλος δὲ ἀμελῶς.

1.10.5. συμφύονται δὲ καὶ συνδοῦνται δι’ αὐτῶν πρὸς τὴν καρδίαν οἱ ὑμένες οὗτοι καὶ ἡ χρεία γε κατὰ τοὺς συνδέσμους αὐτοῖς, οὐ κατὰ τὰ νεῦρα.

1.10.6. ἀλλ’ εἰ καὶ νεῦρά τις εἶναι συγχωρήσειεν αὐτὰ καὶ μὴ νευρώδη σώματα, τό γε τὴν καρδίαν ὑπάρχειν νεύρων ἀρχὴν οὐκ ἐξ ἀνάγκης ἕπεται μὴ δυναμένων ἡμῶν ἐπιδεῖξαι μηδὲν νεῦρον εἰς μηδὲν μόριον τοῦ σώματος ἀπ’ αὐτῆς φερόμενον, ὡς ἔμπροσθεν ἐδείξαμεν ἀπ’ ἐγκεφάλου τε καὶ νωτιαίου.

1.10.7. δοκεῖ δή μοι δύο μὲν ἐνταῦθα ὑποθέμενος ὀρθῶς ὁ ᾿Αριστοτέλης, ἓν μὲν ὡς ἰσχύος δεῖ τινος οὐκ ἀγεννοῦς εἰς τὰς κατὰ προαίρεσιν ἐνεργείας, ἕτερον δὲ ὡς οὐδεμιᾶς τοιαύτης ἰσχύος ἐγκεφάλῳ μέτεστιν, ἐπ’ αὐτοῖς δὲ τρίτον ἐξ αἰσθήσεως προσλαβὼν τὸ πλῆθος τῶν ἐν τῇ καρδίᾳ νευρωδῶν συνδέσμων, οὐκέθ’ ὑπομεῖναι περὶ τὴν κατὰ μέρος ἀνατομὴν ἀσχοληθῆναι καὶ ζητῆσαι πῶς εἰς ἕκαστον τοῦ σώματος μόριον ἐκ καρδίας ἀφικνεῖται νεῦρον, ἀλλ’ ὡς ἄντικρυς ἑπόμενον ἐν οἷς εἶπον ἀποφήνασθαι.

1.10.8. πολλὰ γὰρ δὴ τοιαῦτα καὶ παρὰ

1 ... 31 32 33 34 35 36 37 38 39 ... 145
Перейти на страницу:
На этой странице вы можете бесплатно скачать Сочинения. Том 3 - Гален Клавдий торрент бесплатно.
Комментарии
КОММЕНТАРИИ 👉
Комментарии
Татьяна
Татьяна 21.11.2024 - 19:18
Одним словом, Марк Твен!
Без носенко Сергей Михайлович
Без носенко Сергей Михайлович 25.10.2024 - 16:41
Я помню брата моего деда- Без носенко Григория Корнеевича, дядьку Фёдора т тётю Фаню. И много слышал от деда про Загранное, Танцы, Савгу...