Категории
Самые читаемые книги
ЧитаемОнлайн » Старинная литература » Античная литература » Сочинения. Том 3 - Гален Клавдий

Сочинения. Том 3 - Гален Клавдий

Читать онлайн Сочинения. Том 3 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 28 29 30 31 32 33 34 35 36 ... 145
Перейти на страницу:
εἴρηκε καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν.

1.5.5. οὔτε οὖν τὸ παιδάριον ἐκεῖνο παρ’ ὅλην τὴν θεραπείαν ἐβέβλαπτο τὴν ἐνέργειαν οὔθ’ ὁπόταν ζῷον ὁμοίως ἀνατέμνωμεν.

1.5.6. τίνος οὖν ἕνεκα ταῦτ’ εἴρηταί μοι; τοῦ τὴν καρδίαν αἵματος εἶναι μεστὴν τηνικαῦτα κατ’ ἀμφοτέρας τὰς κοιλίας. τῷ τοῦτο δῆλον; εἰ τρώσαις αὐτήν, εὐθὺς ἐκχεῖται τὸ αἷμα

1.5.7. ἐχρῆν δέ γε κατὰ τὸν Χρύσιππον ἢ τὸ πνεῦμα πρότερον ἐκκενούμενον φαίνεσθαι κἄπειθ’ οὕτως ἕπεσθαι τὸ αἷμα, ἢ μηδὲ ὅλως ἕπεσθαι, καθάπερ οὐδὲ ἐπὶ τῶν κατὰ τὸν ἐγκέφαλον ἕπεται κοιλιῶν, ἀλλ’ ἐπειδὰν ἐκκόψαντες τὸ κρανίον ἀφέλωμεν τὴν παχεῖαν μήνιγγα καὶ γυμνώσαντες ἅπαντα τὸν ἐγκέφαλον ἐπιχειρῶμεν τιτρώσκειν ἡντινοῦν αὐτοῦ κοιλίαν, οὔτε ἐν τῷ παραχρῆμα φαίνεται κατ’ αὐτὰς αἷμα περιεχόμενον οὔθ’ ὕστερον ἑπόμενον.

1.5.8. οὕτως δὲ κἀπὶ τοῦ τεθνεῶτος ἤδη ζῴου κατὰ μὲν τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας οὐκ ἔσθ’ ὅπως οὐκ ἂν εὕροις αἵματος θρόμβους, ἐν δὲ ταῖς κατὰ τὸν ἐγκέφαλον οὐχ εὑρήσεις, πλὴν εἰ θλασθέντος αὐτοῦ σὺν τῷ κρανίῳ τῶν ἐν αὐτῷ τινες ἀρτηριῶν ἢ φλεβῶν διασπασθεῖεν.

1.5.9. οὕτω δὲ κἀπὶ τῶν τιτρωσκομένων κατὰ τὴν ἔκφυσιν τοῦ νωτιαίου βο[λ]ῶν εὑρίσκεταί ποτε διαδιδόμενον εἴς τινα τῶν προσθίων κοιλιῶν αἷμα.

1.5.10. καὶ οὐδὲν οὐδ’ ἐνταῦθα θαυμαστὸν αὐτῆς τῆς ὀπισθίου κοιλίας τιτρωσκομένης καὶ πολλῶν καὶ μεγάλων αὐτῇ συντιτρωσκομένων ἀγγείων ἀφικνεῖσθαί ποτε καὶ μέχρι τῶν προσθίων τὸ αἷμα.

1.5.11. δύναιτο δὲ ἂν ἐνίοτε καὶ βρόχῳ πνιγέντος τοῦ ζῴου διὰ τὴν ὑπερβάλλουσαν βίαν ῥαγῆναί τι τῶν κατὰ τὸν ἐγκέφαλον ἀγγείων, οἷα δὴ πολλάκις ὁρᾶται γιγνόμενα καὶ καθ’ ὁτιοῦν ἄλλο μέρος ὑπὸ πλήθους αἵματος ἢ χύσεως ἀναρραγέντος ἀγγείου· εἰ δὲ ἐν ὕδατι πνιγείη τὸ ζῷον, οὐκ ἂν ὁμοίως ἀγγεῖον ῥαγείη.

1.5.12. κατὰ μέντοι τοὺς ἄλλους ἅπαντας θανάτους τῶν ζῴων οὐκ ἂν εὕροις ἐν ἐγκεφάλου κοιλίᾳ περιεχόμενον θρόμβον, ὥσπερ ἐν τῇ καρδίᾳ διαπαντός.

1.5.13. ἀλλὰ τὰ μὲν ἐπὶ τῶν τεθνεώτων ἐκ περιουσίας εἰρῆσθαί μοι δοκῶ. ἐπάνειμι δὲ αὖθις ἐπὶ <τὰ> ζῶντα ζῷα καὶ δείκνυμί σοι γυμνωθείσης τῆς καρδίας οὐ μόνον εἰ σμίλην καθείης εἰς τὴν ἀριστερὰν κοιλίαν, αἷμα προχεόμενον εὐθέως, ἀλλὰ κἂν γραφεῖον ἢ βελόνην ἤ τι τοιοῦτον ἕτερον.

1.5.14. καίτοι γε εἴπερ ἀναγκαῖον ἦν, ἐχρῆν ἐκκενωθῆναι τὸ πνεῦμα πρότερον, ἵνα ἀκολουθήσῃ τὸ αἷμα· τὸ γὰρ στεγνὸν τῆς ὀπῆς ἂν εἰς χρόνου μῆκος οὐ σμικρὰ συνετέλεσεν.

1.5.15. ἀλλ’ οὐχ ὧδ’ ἔχει τἀληθές· ἕπεται γὰρ αὐτίκα μάλα τῷ τρώσαντι τὸ αἷμα, ὥστε οὐκ ἄν, οὐδὲ εἰ πάνυ σφόδρα ταχύνοις ἐν τῇ χειρουργίᾳ, δυνηθείης ποτὲ ἀναίμακτον ἐξαρπάσαι τὸ τρῶσαν. ᾧ δῆλον ὡς πλήρης ἐστὶν αἵματος ἡ ἀριστερὰ κοιλία.

1.6.1. Τὸ γὰρ ὑπὸ τῶν περὶ τὸν ᾿Ερασίστρατον λεγόμενον, ὡς πρὶν μὲν τοῦ γυμνωθῆναι πνεῦμα μόνον ἐν αὐτῇ περιείχετο, γυμνωθείσης δὲ παρεμπίπτει τὸ αἷμα, οὐδὲν ἄλλ’ ἐστὶν ἢ ἀνθρώπων λόγος ἀναισχύντων πρὸς τὸν ἔλεγχον.

1.6.2. ἀλλὰ καὶ τοῦτ’ αὐτῶν ἐλέγξαι τὸ ἀναισχύντημα ῥᾷστόν ἐστιν. εἰ γὰρ δὴ παρὰ φύσιν εἰς τὴν πνευματικὴν κοιλίαν τῆς καρδίας ἐκπέπτωκε τὸ αἷμα, πάντ’ ἐχρῆν, οἶμαι, συγκεχύσθαι τὰ κατὰ φύσιν αὐτῆς ἔργα καὶ μήτε τὰς ἀρτηρίας ἔθ’ ὁμοίως σφύζειν ἵν’ ἐκ τοῦ παρ’ αὐτῆς ἐπληροῦ<ν>το πνεύματος, ἀπολωλέναι τε παμπόλλας ἐνεργείας, ὡς ἂν τῆς πηγῆς αὐτῶν οὐκέτι οὔσης.

1.6.3. —᾿Ερασίστρατος μὲν γὰρ ζωτικοῦ πνεύματος, Χρύσιππος δὲ τοῦ ψυχικοῦ πνεύματος πλήρη φησὶν εἶναι τὴν κοιλίαν ταύτην.—

1.6.4. ἀλλ’ οὐδὲν ὅλως τὸ ζῷον καταλαμβάνει σύμπτωμα. καὶ τοῦτ’ ἔνεστι τῷ βουλομένῳ μαθεῖν παρ’ ἡμῶν, ὥσπερ ἀμέλει πολλάκις ἐδείξαμεν οὐκ ὀλίγοις τῶν ἀπιστούντων εὐθὺς ἀντιπαραβάλλοντες αὐτοῖς ἐφ’ ἑτέρου ζῴου, πολλάκις δὲ καὶ καθ’ ἓν ὁτιοῦν <καὶ> ταὐτόν, ὁπόσα τε καὶ ὁποῖα καταλαμβάνει τὸ σύμπαν σῶμα παθήματα κοιλίας ἐγκεφάλου τρωθείσης.

1.6.5. καίτοι τί λέγω τρωθείσης; εἰ γὰρ καὶ πρὶν τρῶσαι θλίψεις ἡντινοῦν αὐτῶν ἀκίνητόν τε καὶ ἀναίσθητον, ἄπνουν τε καὶ ἄφωνον εὐθὺς ἔσται τὸ ζῷον.

1.6.6. οὕτω δὲ κἀπὶ τῶν ἀνθρώπων αὐτῶν ἀνατιτραμένων φαίνεται συμπῖπτον. ἐν γὰρ τῷ τὰ κατεαγότα τῶν ὀστῶν ἐκκόπτειν ὑποβάλλειν ἀναγκαζομένων ἡμῶν ἀσφαλείας ἕνεκα τοὺς καλουμένους μηνιγγοφύλακας, εἰ βραχεῖ βιαιότερον ἐπιθλίψει τις αὐτοῖς τὸν ἐγκέφαλον, ἀναίσθητός τε καὶ ἀκίνητος ἁπασῶν τῶν καθ’ ὁρμὴν κινήσεων ὁ ἄνθρωπος ἀποτελεῖται, οὐ μὴν τήν γε καρδίαν γυμνωθεῖσαν θλιβόντων.

1.6.7. ἀλλ’ ἔγωγε οἶδα καὶ πυράγρᾳ ποτὲ χαλκέως ἐπιτρέψας τινὶ περιλαβεῖν αὐτήν, ἐπειδὴ καὶ τῶν δακτύλων ἐξεπήδα βιαίως παλλομένη· ἀλλ’ οὐδὲν οὐδὲ τότε τὸ ζῷον ἔπασχεν οὔτε εἰς αἴσθησιν οὔτε εἰς κίνησιν τὴν καθ’ ὁρμήν, ἀλλ’ ἐκεκράγει τε μεγάλα καὶ ἀκωλύτως ἀνέπνει καὶ πάντα ἐκίνει σφοδρῶς τὰ κῶλα.

1.6.8. μόνη γὰρ ἡ τῶν ἀρτηριῶν βλάπτεται κίνησις οὕτω διαληφθείσης τῆς καρδίας, ἄλλο δὲ οὐδὲν πάσχει τὸ ζῷον, ἀλλ’ ἄχρι περ ἂν ζῇ καὶ κινεῖ πάντα τὰ μέλη καὶ ἀναπνεῖ.

1.6.9. ἐγκεφάλου δὲ οὕτω θλιφθέντος ἔμπαλιν ἅπαντα συμπίπτει· σφύζουσι μὲν αἱ ἀρτηρίαι κατὰ φύσιν ἅμα τῇ καρδίᾳ, κινεῖται δὲ οὐδὲν μέλος οὐδὲ ἀναπνεῖ τὸ ζῷον οὐδὲ ἐκφωνεῖ.

1.6.10. ἤδη μὲν οὖν ἐκ τῶνδε καὶ ἄλλο τι μεῖζον ἐκφαίνεται, τὸ μήτε τὴν καρδίαν ἐγκεφάλου τι προσδεῖσθαι πρὸς τὴν οἰκείαν κίνησιν μήτε τὸν ἐγκέφαλον τῆς καρδίας.

1.6.11. οὐ μὴν τούτου γε ἕνεκεν ἐμνημόνευσα τῶν ἐκ τῆς ἀνατομῆς φαινομένων, ἀλλ’ ὅπως ἐπιδείξαιμι τὸ ψυχικὸν πνεῦμα κατὰ τὰς τοῦ ἐγκεφάλου κοιλίας περιεχόμενον.

1.6.12. ἔνθα νῦν καὶ μάλιστα μεμψαίμην <ἂν> τὸν Χρύσιππον, ὅτι βουλόμενος εἰλικρινές τι καὶ καθαρὸν εἶναι πνεῦμα τὸ κατὰ τὴν ἀρχὴν τῆς ψυχῆς, οὐ προσηκόντως ἐν τῇ καρδίᾳ καθίδρυσεν αὐτό.

1.6.13. Καίτοι Χρύσιππον μὲν ἄν τις ἀποδέξαιτο μετρίως ἀποφηνάμενον ὡς μήθ’ ὅτι τῶν νεύρων ἀρχὴ ἡ καρδία τὴν γνῶσιν αὐτῷ χαρίζεται μήτ’ ἄλλο μηδὲν τῶν κατὰ τὸ πρόβλη-μα τοῦτο ζητουμένων· ὁμολογεῖ γὰρ ἀπείρως ἔχειν τῶν ἀνατομῶν·

1.6.14. ᾿Αριστοτέλει δέ γε καὶ Πραξαγόρᾳ παρὰ τὸ φαινόμενον ἀποφαινομένοις ἀρχὴν τῶν νεύρων εἶναι τὴν καρδίαν ἐγκαλέσειεν ἄν τις δικαίως.

1.6.15. ὅτι μὲν γὰρ ἄλλα πολλὰ τῶν κατὰ τὰς ἀνατομὰς ἀκριβῶς ἑωράκασιν, ἐξ ὧν ὑπελείποντο συνταγμάτων ἔνεστι καταμαθεῖν· ὅτι δὲ ἤτοι παντάπασιν αὐτοὶ τυφλώττοντες ἢ τυφλοῖς διαλεγόμενοι περὶ τῆς τῶν νεύρων ἀρχῆς ἔγραψαν, οὐ λόγοις χρὴ μακροῖς κατασκευάζειν, ἀλλ’ ἐπὶ τὴν αἴσθησιν ἰέναι.

1.6.16. φαίνεται γάρ, ὡς ἔμπροσθεν ἐδήλωσα, τὰ μὲν ἐξ ἐγκεφάλου τῶν νεύρων ἄντικρυς ἐκπεφυκότα, τὰ δὲ ἐκ τοῦ νωτιαίου μυελοῦ, νωτιαῖος δὲ αὐτὸς ἐξ ἐγκεφάλου.

1.6.17. βέλτιον οὖν ἦν οὔθ’ ἁπλῶς ἀρχὴν τῶν νεύρων ἀποφήνασθαι τὴν καρδίαν, ὅπερ ᾿Αριστοτέλης ἐποίησεν, οὔτε ἐκ πανουργίας τινὸς ἐπιβεβουλευμένης, ὡς ὁ Πραξαγόρας.

1.6.18. οὗτος γὰρ ὁ ἀνὴρ ἐπειδὴ μηδὲν ἑώρα νεῦρον ἐκφυόμενον τῆς καρδίας, ἐφιλοτιμεῖτο δὲ πρὸς ῾Ιπποκράτην καὶ πάντως ἐβούλετο τὸν ἐγκέφαλον ἀφελέσθαι τῆς τῶν νεύρων ἀρχῆς, οὐ σμικρὸν ἀπετόλμησε ψεύσασθαι τὰς ἀρτηρίας φάμενος ἐν τῷ προϊέναι καὶ κατασχίζεσθαι στενὰς

1 ... 28 29 30 31 32 33 34 35 36 ... 145
Перейти на страницу:
На этой странице вы можете бесплатно скачать Сочинения. Том 3 - Гален Клавдий торрент бесплатно.
Комментарии
КОММЕНТАРИИ 👉
Комментарии
Татьяна
Татьяна 21.11.2024 - 19:18
Одним словом, Марк Твен!
Без носенко Сергей Михайлович
Без носенко Сергей Михайлович 25.10.2024 - 16:41
Я помню брата моего деда- Без носенко Григория Корнеевича, дядьку Фёдора т тётю Фаню. И много слышал от деда про Загранное, Танцы, Савгу...