Сочинения. Том 4 - Гален Клавдий
Шрифт:
Интервал:
Закладка:
8.2.17. ᾿Eν ταύτῃ τῇ ῥήσει σαφῶς ἐδήλωσεν ὁ Πλάτων οὐ µόνον ἐκ γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρὸς γεγονέναι τὰ σώµαθ’ ἡµῶν ἀλλὰ καὶ διότι διὰ ταῦτα µέτρῳ µὲν ἀλλήλοις κεκραµένα κατὰ φύσιν ἔχοµεν, ὅπερ ταὐτόν ἐστι τῷ ὑγιαίνοµεν, ἐλλείποντος δέ τινος ἢ πλεονάσαντος ἢ µεταστάντος εἰς ἀλλοτρίαν χώραν νοσοῦµεν.
8.2.18. ὅτι µὲν οὖν ἥ τε πλεονεξία καὶ ἡ ἔνδεια διαφθείρει τὴν εὐκρασίαν ἐν ᾗ τῶν πρώτων σωµάτων ἡ ὑγίεια, <πρόδηλον>· πρόδηλον δ’ ὅτι καὶ ἡ µετάστασις, ἐὰν ἐννοήσωµεν ὡς τοῖς κατὰ τὸν θώρακα καὶ τὰς τραχείας ἀρτηρίας ὀργάνοις αἵµατος ἤ τινος ἄλλου χυµοῦ παρεµπεσόντος συγχεῖσθαι τὴν ἄµεµπτον ὑγίειαν αὐτῶν ἔν τε τοῖς κατὰ γαστέρα καὶ ἔντερα καὶ φλέβας καὶ σάρκας ἀερώδους οὐσίας ἀθροισθείσης.
8.2.19. ἀλλὰ καὶ αὐτὸς ὁ Πλάτων διὰ τῶν συνεχῶν τῇ προειρηµένῃ ῥήσει διδάξει σε τοῦτο λέγων ὡδί· “παρὰ φύσιν γὰρ ἑκάστου γιγνοµένου καὶ µεθισταµένου θερµαίνεται µὲν ὅσα ἂν πρότερον ψύχηται ξηρὰ δ’ ὄντα εἰς ὕστερον γίγνεται ὑγρότερα καὶ κοῦφα δὴ καὶ βαρέα καὶ πάσας πάντῃ µεταβολὰς δέχεται.
8.2.20. µόνως γὰρ δή φαµεν κατὰ ταὐτὸν ταὐτὸν ταὐτῷ καὶ ὡσαύτως <καὶ> ἀνάλογον προσγιγνόµενον καὶ ἀπογιγνόµενον ἐάσει ταὐτὸν ὂν αὑτῷ σῶον καὶ ὑγιὲς µένειν. ὃ δ’ ἂν πληµµελήσῃ τι τούτων ἐκτὸς ἀπιὸν ἢ προσιόν, ἀλλοιότητας παµποικίλας καὶ νόσους φθοράς τε ἀπείρους παρέξεται.”
8.2.21. ὅτι µὲν οὖν ἐκ γῆς καὶ πυρὸς ἀέρος τε καὶ ὕδατος ἡ τοῦ σώµατος ἡµῶν ἐστι σύστασις ὅτι τε διὰ τὴν τούτων ἔνδειαν ἢ πλεονεξίαν ἢ µετάστασιν αἱ νόσοι γίγνονται, σαφῶς ἐδήλωσε.
8.3.1. Δόξει δ’ ἐν τῷ µὴ καλεῖν αὐτὰ στοιχεῖα διαφέρεσθαι πρὸς ῾Ιπποκράτην· καίτοι γε οὐδ’ ἐκεῖνος ὠνόµασεν αὐτὰ στοιχεῖα, µόνον δ’ ὅτι τούτων συνιόντων καὶ κεραννυµένων τὰ φυσικὰ γίγνεται σώµατα.
8.3.2. καὶ τούτων προσωτέρω χωρεῖν ὁ µὲν ῾Ιπποκράτης οὐδεµίαν ἀνάγκην εἶναί φησι, πρακτικὴν οὐ θεωρητικὴν µετερχόµενος τέχνην· ὁ δὲ Πλάτων ὡς ἂν τὴν θεωρητικὴν φιλοσοφίαν ἡγούµενος εἶναι τιµιωτάτην οὐκ ἠρκέσθη µόναις ταῖς φαινοµέναις ἐν τοῖς στοιχείοις δυνάµεσιν ἀλλὰ καὶ τὴν αἰτίαν ἐπιζητεῖ τῆς γενέσεως αὐτῶν, ἄχρηστον ἰατρῷ σκέµµα.
8.3.3. διὰ τί γὰρ ὑγραίνει µὲν τὸ ὕδωρ, καίει δὲ τὸ πῦρ ἢ διὰ τί ῥεῖ µὲν τὸ ὕδωρ, ἄνω δὲ φέρεται τὸ πῦρ, ἑδραιοτάτη δὲ καὶ βαρυτάτη τῶν στοιχείων ἐστὶν ἡ γῆ, πρὸς τὰς τῶν νόσων ἰάσεις οὐδὲν συντελεῖ.
8.3.4. µόνον γὰρ ἀρκεῖ τῷ φυλάξοντι µὲν τὴν ὑγίειαν, ἰασοµένῳ δὲ τὰς νόσους ἐπίστασθαι διὰ µὲν τὴν εὐκρασίαν τοῦ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὴν ὑγίειαν ὑπάρχειν τοῖς ζῴοις, ἐπὶ δὲ ταῖς τούτων δυσκρασίαις τὰς νόσους γίγνεσθαι.
8.3.5. τὸ δ’ ἐκζητεῖν εἴτ’ ἐκ πυραµοειδῶν τῷ σχήµατι µορίων σύγκειται τὸ πῦρ εἴτ’ ἄλλη τίς ἐστιν αἰτία δι’ ἣν τέµνει τε καὶ διαιρεῖ τὰ πλησιάζοντα σώµατα, τῆς θεωρητικῆς φιλοσοφίας ἔργον ἐστίν, ἣν µεταχειριζόµενος ὁ Πλάτων τὰ µὲν τοῦ πυρὸς µόρια πυραµοειδῆ φησιν εἶναι, τὰ δὲ τῆς γῆς κυβοειδῆ, τὸ δὲ καλούµενον ὀκτάεδρον σχῆµα τοῦ ἀέρος ἴδιον εἶναι νοµίζει καθάπερ καὶ τὸ εἰκοσάεδρον ὕδατος.
8.3.6. Eἰ µὲν οὖν ὀρθῶς ἢ οὐκ ὀρθῶς ἐδόξαζε περὶ τούτων ὁ Πλάτων, οὐκ ἔστι τοῦ νῦν ἡµῖν προκειµένου λόγου. διὰ τί γὰρ οὐκ ὀνοµάζει στοιχεῖα γῆν καὶ ὕδωρ ἀέρα τε καὶ πῦρ ἐζητοῦµεν λόγον ἡµεῖς δοῦναι, ὡς εἴρηται, οὐκ εἰ ψευδῶς ἕκαστον ὧν εἶπε σχηµάτων αὐτοῖς ἀπονέµει[ν].
8.3.7. διαιρεῖ δὲ τῷ λόγῳ πάλιν αὐτὰ ταῦτα κατ’ ἐπίνοιαν εἴς τε τὴν ὕλην καὶ τὸ σχῆµα· κἀπειδὴ τὸ σχῆµα σύνθετόν ἐστι, τὸ µὲν τῆς πυραµίδος ἐκ τεττάρων ἰσοπλεύρων τριγώνων, τὸ δὲ ἑξάεδρον τοῦ κύβου τετραγώνων ἕξ, τὸ δὲ ὀκτάεδρον ὀκτὼ τριγώνων ἰσοπλεύρων ὥσπερ γε καὶ τὸ εἰκοσάεδρον εἴκοσι τριγώνων, πάλιν ἐπισκοπεῖται τῶν τὰ στερεὰ σχήµατα περιοριζόντων ἐπιπέδων τὴν τάξιν καί φησι τὸ µὲν ἰσόπλευρον τρίγωνον ἐκ τριγώνων ὀρθογωνίων δυοῖν γενέσθαι, τὸ δὲ τετράγωνον ἐκ τεττάρων.
8.3.8. ἐπεὶ δὲ µηκέτι ἀνωτέρω προελθεῖν εἶχεν, ὡς ἐν ἐλαχίστοις ἵσταται τούτοις, καὶ διὰ τοῦτ’ αὐτὸ προσαγορεύει στοιχεῖα, τὸ µὲν ἕτερον ἰσοπλεύρου τριγώνου, τὸ δ’ ἕτερον τετραγώνου.
8.3.9. παραγράψω δέ σοι καὶ τὰς ῥήσεις αὐτοῦ, πρώτην µὲν τὴν ἐπὶ τῆς πυραµίδος εἰρηµένην ἔχουσαν ὧδε κατὰ λέξιν· “ἄρξει δὴ τό τε πρῶτον [µὲν] εἶδος καὶ σµικρότατον συνιστάµενον, στοιχεῖον δ’ αὐτοῦ τὸ τὴν ὑποτείνουσαν τῆς ἐλάττονος πλευρᾶς διπλασίαν ἔχον µήκει”·
8.3.10. δευτέραν δὲ ἐπὶ τῇδε τὴν ἐπὶ τοῦ εἰκοσαέδρου καὶ αὐτὴν οὕτως ἔχουσαν αὐτοῖς ὀνόµασι· “τὸ δὲ τρίτον ἐκ δὶς ἑξήκοντα τῶν στοιχείων συµπαγέντων, στερεῶν δὲ γωνιῶν δώδεκα, ὑπὸ πέντε ἐπιπέδων τριγώνων ἰσοπλεύρων περιεχοµένης ἑκάστης εἴκοσι βάσεις ἔχον τριγώνους ἰσοπλεύρους γέγονε.”
8.3.11. νῦν µὲν οὖν τὰ συστατικὰ τρίγωνα τῶν ὁριζόντων ἐπιπέδων τὰ στερεὰ σχήµατα κέκληται στοιχεῖα· προ[σ]ελθὼν δὲ καὶ αὐτὰ τὰ περιοριζόµενα σώµατα πρὸς τῶν εἰρηµένων ἐπιπέδων ὀνοµάζει στοιχεῖα γράφων οὕτως· “ἔστω δὴ κατὰ τὸν ὀρθὸν λόγον καὶ κατὰ τὸν εἰκότα τὸ µὲν τῆς πυραµίδος γεγονὸς στερεὸν εἶδος πυρὸς στοιχεῖόν τε καὶ σπέρµα.”
8.3.12. τὸ αἰσθητὸν τουτὶ πῦρ ἀθρόον ἄθροισµα νοµίζει[ν] µικρῶν εἶναι σωµάτων τὸ σχῆµα πάντων ἐχόντων πυραµίδος.
8.3.13. ἐκείνων οὖν ἕκαστον στοιχεῖον εἶναί φησι τοῦ πυρός, ὡς εἰ καὶ τοῦ τῶν πυρῶν σωροῦ στοιχεῖον ἔλεγεν εἶναί τις ἕκαστον τῶν πυρῶν, κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ µὲν τῆς φωνῆς στοιχεῖα γεννᾶν πρώτας µὲν τὰς συλλαβάς, εἶτ’ ἐξ αὐτῶν γεννᾶσθαι τό τ’ ὄνοµα καὶ τὸ ῥῆµα καὶ τὴν πρόθεσιν ἄρθρον τε καὶ σύνδεσµον ἃ πάλιν ὁ Χρύσιππος ὀνοµάζει τοῦ λόγου στοιχεῖα.
8.3.14. Tαυτὶ µὲν οὖν σοι, καίτοι γε οὐκ οὔσης ἀνάγκης, διῆλθον ὅπως µή τις ἐριστικὸς ἐπηρεάζῃ µου τῷ λόγῳ διαφέρεσθαι φάσκων ἐν τῷ περὶ τῶν στοιχείων δόγµατι τὸν Πλάτωνα τῷ ῾Ιπποκράτει.
8.3.15. τὴν ἀρχὴν µὲν γὰρ οὐδ’ ὠνόµασεν ῾Ιπποκράτης στοιχεῖα τὴν γῆν καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ ἀλλ’ ἐξ αὐτῶν ἡµᾶς ἔφη συνεστάναι µηκέτι ζητῶν διὰ τίνα αἰτίαν ἕκαστον αὐτῶν ἔχει δύναµιν ἰδίαν ἣν ἐναργῶς ὁρῶµεν ἐν αὐτοῖς ὑπάρχουσαν· ὁ Πλάτων δὲ καὶ τοῦτ’ ἐζήτησε πρὸς τῷ συγχωρεῖν ἐκ τῶν τεττάρων ἅπαντα τὰ γεννητὰ καὶ φθαρτὰ σώµατα συµπεπηγέναι.
8.4.1. Καὶ µὴν καὶ τὸν τρόπον ὃν ἐκ τῶν στοιχείων τὰ σώµαθ’ ἡµῶν συνίσταται τὸν αὐτὸν ἀµφότεροι λέγουσι, οὐ δήπου τῆς γῆς ὕδατι φυραθείσης εἶτ’ ἐν ἡλίῳ θερµανθείσης γεννᾶσθαι τὰ ζῷα φάσκοντες, ἀλλὰ διὰ πλεόνων τῶν