Сочинения. Том 4 - Гален Клавдий
Шрифт:
Интервал:
Закладка:
7.3.5. ἕκαστον γὰρ τῶν ἀποφυοµένων νεύρων τριπλοῦν τὴν οὐσίαν ἐστί· τὸ µέσον µὲν γὰρ αὐτοῦ καὶ διὰ βάθους, ὅπερ ἀνάλογόν ἐστι τῇ τῶν δένδρων ἐντεριώνῃ, τὴν ἀρχὴν τῆς γενέσεως ἔχον ἐξ ἐγκεφάλου, περιεχόµενον δ’ ἐν κύκλῳ προτέρᾳ µὲν τῇ τῆς λεπτῆς µήνιγγος ἀποφύσει, δευτέρᾳ δὲ τῇ τῆς παχείας.
7.3.6. ᾿Ερασίστρατος δ’ ἄχρι πολλοῦ τὴν ἔξωθεν µοῖραν ὁρῶν µόνην τοῦ νεύρου τὴν ἀπὸ τῆς παχείας µήνιγγος ὁρµωµένην, ἀπ’ ἐκείνης ᾤετο πεφυκέναι σύµπαν τὸ νεῦρον καὶ µεστά γε τὰ πλεῖστα τούτου τῶν συγγραµµάτων ἐστὶν ἀπὸ τῆς περιεχούσης τὸν ἐγκέφαλον µήνιγγος πεφυκέναι φάσκοντος τὰ νεῦρα.
7.3.7. ἀλλ’ ὅτε πρεσβύτης ὢν ἤδη καὶ σχολὴν ἄγων µόνοις τοῖς τῆς τέχνης θεωρήµασιν ἀκριβεστέρας ἐποιεῖτο τὰς ἀνατοµάς, ἔγνω καὶ τὴν οἷον ἐντεριώνην τῶν νεύρων ἀπ’ ἐγκεφάλου πεφυκυῖαν.
7.3.8. ἔχει δ’ ἡ ῥῆσις αὐτοῦ τόνδε τὸν τρόπον· “ἐθεωροῦµεν δὲ καὶ τὴν φύσιν τοῦ ἐγκεφάλου καὶ ἦν ὁ µὲν ἐγκέφαλος διµερής, καθάπερ καὶ τῶν λοιπῶν ζῴων, καὶ κοιλίαι παραµήκεις τῷ εἴδει κείµεναι· συντέτρηντο δ’ αὗται εἰς µίαν κατὰ τὴν συναφὴν τῶν µερῶν· ἐκ δὲ ταύτης ἔφερεν εἰς τὴν ἐπεγκρανίδα καλουµένην καὶ ἐκεῖ ἑτέρα ἦν µικρὰ κοιλία.
7.3.9. διαπέφρακτο δὲ ταῖς µήνιγξιν ἕκαστον τῶν µερῶν· ἥ τε γὰρ ἐπεγκρανὶς διεπέφρακτο αὐτὴ καθ’ ἑαυτὴν καὶ ὁ ἐγκέφαλος παραπλήσιος ὢν νήστει καὶ πολύπλοκος, πολὺ δ’ ἔτι µᾶλλον τούτου ἡ ἐπεγκρανὶς πολλοῖς ἑλιγµοῖς καὶ ποικίλοις κατεσκεύαστο.
7.3.10. ὥστε µαθεῖν <ἐκ> τούτων τὸν θεωροῦντα ὅτι ὥσπερ ἐπὶ τῶν λοιπῶν ζῴων, ἐλάφου τε καὶ λαγωοῦ καὶ εἴ τι ἄλλο κατὰ τὸ τρέχειν πολύ τι τῶν λοιπῶν ζῴων ὑπεραίρει τοῖς πρὸς ταῦτα χρησίµοις εὖ κατεσκευασµένον µυσί τε καὶ νεύροις, οὕτω καὶ ἀνθρώπῳ, ἐπειδὴ τῶν λοιπῶν ζῴων πολὺ τῷ διανοεῖσθαι περίεστι, πολὺ τοῦτ’ ἔστι <καὶ> πολύπλοκον. ἦσαν δὲ καὶ ἀποφύσεις τῶν νεύρων αἱ πᾶσαι ἀπὸ τοῦ ἐγκεφάλου, καὶ καθ’ ὅλον εἰπεῖν ἀρχὴ φαίνεται εἶναι τῶν κατὰ τὸ σῶµα ὁ ἐγκέφαλος.
7.3.11. ἥ τε γὰρ ἀπὸ τῶν ῥινῶν γιγνοµένη αἴσθησις συντέτρητο ἐπὶ τοῦτον καὶ αἱ ἀπὸ τῶν ὤτων. ἐφέροντο δὲ καὶ ἐπὶ τὴν γλῶσσαν καὶ ἐπὶ τοὺς ὀφθαλµοὺς ἀποφύσεις ἀπὸ τοῦ ἐγκεφάλου.”
7.3.12. ἐν τούτοις ὁ ᾿Ερασίστρατος ὁµολογεῖ τὸ πρότερον ἀγνοούµενον ἑαυτῷ σαφῶς ἑωρακέναι τηνικαῦτα, τῶν νεύρων ἕκαστον ἐξ ἐγκεφάλου φυόµενον. ἀκριβῶς δὲ καὶ περὶ τῶν τεττάρων αὐτοῦ κοιλιῶν ἔγραψεν, ἃς οὐδ’ αὐτὰς ἔτει τῷ πρότερον εἶδεν.
7.3.13. εἰ δὲ κἀπὶ τῶν ζώντων ζῴων ἐπεποίητο τὴν πεῖραν ἣν ἡµεῖς οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πάνυ πολλάκις ἐποιησάµεθα, βεβαίως ἂν ἔγνω τὴν µὲν σκληρὰν καὶ παχεῖαν µήνιγγα σκέπης ἕνεκεν γεγενηµένην ἐγκεφάλου, τὴν δὲ µαλακὴν καὶ λεπτὴν καὶ τούτου µὲν αὐτοῦ χάριν, ἔτι δὲ µᾶλλον ὑπὲρ τοῦ συνδεῖν ἅπαντα τὰ κατὰ τὸν ἐγκέφαλον ἀγγεῖα, τὰς ἀρτηρίας καὶ τὰς φλέβας.
7.3.14. Tίνα δέ ἐστιν ἃ χρῆναί φηµι τεθεᾶσθαι κατὰ τὰς ἀνατοµὰς εἰς τὴν τῶν τοιούτων δογµάτων εὕρεσιν, ἐπὶ πλέον µὲν ἐν ταῖς ᾿Aνατοµικαῖς ἐγχειρήσεσι λέγεται, µνηµονεύσω δὲ καὶ νῦν αὐτῶν τοσούτου µέρους ὅσον εἰς τὰ παρόντα µάλιστ’ ἐστὶ χρήσιµον.
7.3.15. ἐκκοπέντος τοῦ τῆς κεφαλῆς ὀστοῦ ζῶντος ἔτι τοῦ ζῴου καὶ γυµνῆς τῆς παχείας µήνιγγος γενοµένης ἐὰν ἑκατέρωθεν τῆς µέσης εὐθείας, καθ’ ἣν ἐγκαταβαίνει τῷ ἐγκεφάλῳ διπλουµένη, δι’ ἀγκίστρων ἀνατείνας αὐτὴν ἢ τέµῃς µόνον ἢ ἐκτέµῃς ὅλην, οὔτ’ ἀναίσθητον οὔτ’ ἀκίνητον γίγνεται τὸ ζῷον, ὥσπερ οὐδ’ εἰ τὸ σκέπον αὐτῆς µέρος ὅλον τὸν ὄπισθεν ἐγκέφαλον ἢ τέµοις µόνον ἢ ἐκτέµοις.
7.3.16. οὐ µὴν οὐδ’ εἰ τὸν ἐγκέφαλον αὐτὸν ὁπωσοῦν ἐκτέµνοις, οὐδ’ οὕτως τὸ ζῷον ἀκίνητον ἢ ἀναίσθητον γίγνεται, πρὶν ἐπί τινα τῶν κοιλιῶν αὐτοῦ τὴν τοµὴν ἐξικέσθαι.
7.3.17. µάλιστα µὲν οὖν ἡ ὀπίσω βλάπτει τὸ ζῷον, ἐφεξῆς δ’ ἡ µέση· τῶν προσθίων δ’ ἑκατέρα βραχυτέραν ἐργάζεται τὴν βλάβην καὶ µᾶλλον µὲν ἐπὶ τῶν πρεσβυτέρων ζῴων, ἧττον δ’ ἐπὶ τῶν νέων.
7.3.18. τὰ δ’ αὐτὰ ταῖς εἰς τὰς κοιλίας τοµαῖς αἱ κατ’ αὐτῶν ἐργάζονται θλίψεις, ἃς οὐδ’ ἐπιτηδευόντων, ἀλλὰ καὶ πάνυ φυλαττοµένων ὁρῶµεν ἐνίοτε γιγνοµένας ἐπὶ τῶν ἀνατιτραµένων ἀνθρώπων, ὅταν τὰ τῆς κεφαλῆς ὀστᾶ καταγῶσιν.
7.3.19. ᾿Eκ τούτων οὖν τῶν φαινοµένων ἴσως ἄν τις ὑπονοήσειε τὸ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πνεῦµα δυοῖν θάτερον, εἰ µὲν ἀσώµατός ἐστιν ἡ ψυχή, τὸ πρῶτον αὐτῆς ὑπάρχειν, ὡς ἂν εἴποι τις, οἰκητήριον, εἰ δὲ σῶµα, τοῦτ’ αὐτὸ [πνεῦµα] τὴν ψυχὴν εἶναι.
7.3.20. ἀλλ’ ὅταν γε συναχθεισῶν τῶν κοιλιῶν ὀλίγον ὕστερον αὖθις αἰσθάνηται καὶ κινῆται τὸ ζῷον, οὐκέτ’ <οὐδέτερον> οἷόν τε φάναι τῶν εἰρηµένων ὑπάρχειν τουτὶ τὸ πνεῦµα.
7.3.21. βέλτιον οὖν ὑπολαβεῖν ἐν αὐτῷ µὲν τῷ σώµατι τοῦ ἐγκεφάλου τὴν ψυχὴν οἰκεῖν, ἥτις ποτ’ ἂν ᾖ κατὰ τὴν οὐσίαν (οὔπω γὰρ περὶ τούτου σκέψις ἥκει), τὸ πρῶτον δ’ αὐτῆς ὄργανον εἴς τε τὰς αἰσθήσεις ἁπάσας τοῦ ζῴου καὶ προσέτι τὰς καθ’ ὁρµὴν κινήσεις τοῦτ’ εἶναι τὸ πνεῦµα, διὸ καὶ κενωθέν, ἄχρις ἂν αὖθις ἀθροισθῇ, τὴν µὲν ζωὴν οὐκ ἀφαιρεῖσθαι τὸ ζῷον, ἀναίσθητον δὲ καὶ ἀκίνητον ἐργάζεσθαι.
7.3.22. καίτοι γε, εἴπερ ἦν αὐτὸ ἡ τῆς ψυχῆς οὐσία, συνδιεφθείρετ’ ἂν αὐτῷ κενουµένῳ παραχρῆµα τὸ ζῷον.
7.3.23. Eὔλογον οὖν γεννᾶσθαι µὲν τουτὶ τὸ πνεῦµα κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου καὶ διὰ τοῦτο ἐκεῖσε τελευτᾶν ἀρτηριῶν τε καὶ φλεβῶν οὐκ ὀλίγον πλῆθος, ἐξ οὗ τὰ καλούµενα χορ<ι>οειδῆ πλέγµατα γέγονεν, ὄργανον δ’ ὡς ἔφην εἶναι τὸ πρῶτον αὐτὸ τῆς ψυχῆς.
7.3.24. ἔτι δ’ ἂν µᾶλλον ἐλπίσαις γίγνεσθαι τὸ πνεῦµα τοῦτο τῶν ἀγγείων ἀναπνεόντων αὐτὸ καὶ µάλιστα τῶν ἀρτηριῶν εἰς τὰς κοιλίας τοῦ ἐγκεφάλου, τὸ δικτυοειδὲς ἰδὼν πλέγµα γιγνόµενον ἐκ τῶν ἐρχοµένων εἰς τὴν κεφαλὴν ἀρτηριῶν, ὅταν πρῶτον ὑπερβᾶσαι τὸ κρανίον ἐντὸς αὐτοῦ γένωνται κατὰ τὴν καλουµένην ἐγκεφάλου βάσιν.
7.3.25. ἐνταῦθα γὰρ οὐκ ὀλίγην χώραν ἡ φύσις οἷον θαλάµην τινὰ τῷ δικτυοειδεῖ τῷδε παρεσκεύασε πλέγµατι περιεχοµένην ὑπὸ τῆς παχείας µήνιγγος, εἰς ἣν χώραν ἀπὸ τῶν καρωτίδων ὀνοµαζοµένων ἀρτηριῶν οὐ σµικρά τις ἀφικνουµένη µοῖρα, καθ’ ἑκάτερον µέρος ἓν ἀγγεῖον, εἶτα κατασχιζόµεναι πολυειδῶς οὐχ ἁπλοῦν ἐργάζονται καὶ τὸ δίκτυον, ἀλλ’ ἐπ’ ἀλλήλοις κείµενα πολλὰ µετὰ τοῦ συνῆφθαί τε καὶ συµπεφυκέναι πάντα.
7.3.26. καὶ πάλιν γε κατὰ τοῦ πλέγµατος τοῦδε τηλικοῦτον ζεῦγος ἀρτηριῶν ἐκφυόµενον ἡλίκον ἐξ ἀρχῆς ἦν τὸ παρὰ τῶν